Τρίτη 26 Δεκεμβρίου 2023

Ἀπολυτίκιον Ἁγίου Βασιλείου

Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος α’.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, 

ὡς δεξαμένην τὸν λόγον σου· 
δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, 
τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, 
τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. 
Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε· 
πρέσβευε Χριστῷ τῷ Θεῷ, 
σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος δ’.
Ἐπεφάνης σήμερον
Ὥφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, 
νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, 
ἐπισφραγίζων σοῖς δόγμασιν, 
Οὐρανοφάντορ Βασίλειε Ὅσιε.

Κάθισμα
Ἦχος πλ. δ’.
Τὴν Σοφίαν καὶ λόγον.
Ἑξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, 
ἐξηρεύξω σοφίαν κήρυξ φωτός, 
καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας· 
τῶν γὰρ Πατέρων ὄντως, 
κυρώσας τὰ δόγματα, 
κατὰ Παῦλον ὤφθης, τῆς πίστεως πρόμαχος· 
ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ὑπάρχεις, 
καὶ τούτων συνόμιλος, ἀνεδείχθης μακάριε, 
Θεοφάντορ Βασίλειε, 
πρέσβευε Χριστῷ τῷ Θεῷ, 
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 
τοῖς ἑορτάζουσι πόθῳ, 
τὴν ἁγίαν μνήμην σου.

Ὁ Οἶκος
Τῆς σωφροσύνης ὁ κρατήρ, 
τὸ στόμα τῆς σοφίας, 
καὶ βάσις τῶν δογμάτων, 
Βασίλειος ὁ μέγας, 
πᾶσιν ἀστράπτει νοερῶς. 
Δεῦτε οὖν, καὶ στῶμεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, 
θερμῶς ἐνατενίζοντες, 
τοῖς θαύμασι τοῖς τούτου τερπόμενοι, 
καὶ ὥσπερ λαμπηδόνι ἀστραφθέντες τῷ φωτὶ αὐτῶν, 
θαλφθῶμεν τῷ τοῦ βίου καθαρτικῷ πνεύματι, 
μιμούμενοι αὐτοῦ τὴν πίστιν, 
τὴν ζέσιν, τὴν ταπείνωσιν, 
δι' ὧν οἶκος ἐδείχθη τοῦ ὄντως Θεοῦ· 
πρὸς ὃν βοῶντες ὑμνοῦμεν, 
οὐρανοφάντορ Βασίλειε Ὅσιε.

Μεγαλυνάριον
Τὸν οὐρανοφάντορα τοῦ Χριστοῦ, 
μύστην τοῦ Δεσπότου, 
τὸν φωστῆρα τὸν φαεινόν, 
τὸν ἐκ Καισαρείας, καὶ Καππαδόκων χώρας, 
Βασίλειον τὸν μέγαν, πάντες τιμήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλή

Επιλογή

Προσευχή για τους εχθρούς και τους φίλους - Oratio pro inimicis et amicis

̓ Ανεξίκακε βασιλεῦ καὶ ἀίδιε, ὁ διὰ τὴν ἐκ ξύλου κατάκρισιν ἐπὶ ξύλου ἀρθεὶς, καὶ τοῖς ἀκολουθεῖν σου τοῖς ἴχνεσιν αἱρουμένοις μακροθυ...