Κυριακή 18 Ιουνίου 2017

Ὁμιλία πρός τούς πλουτούντας: «Ὅσα βλέπει ὀφθαλμὸς, τοσούτων ἐπιθυμεῖ ὁ πλεονέκτης»

Κοίταξε προσεκτικά, άνθρωπε, τη φύση του πλούτου. Γιατί τόσο σε συγκλονίζει το χρυσάφι; Πέτρα είναι ο χρυσός, πέτρα ο άργυρος, πέτρα ο μαργαρίτης, πέτρα η κάθε μία από τις πέτρες και βηρύλλιο και αχάτης και υάκινθος και αμέθυστος και ίασπις. Αυτά λοιπόν είναι τα άνθη τού πλούτου. Απ’ αυτές εσύ άλλες μεν αποθηκεύεις με το να τις παραχώνεις, άλλες, τις διαυγείς από τις πέτρες, με σκοτάδι τις καλύπτεις και τις πιο πολύτιμους από αυτές, τις περιφέρεις καμαρώνοντας για τη λάμψη τους. Πες μου, ποιο το όφελός σου να περιστρέφης το χέρι που λαμποκοπά από πέτρες;
..............
Ποιος καλλωπιστής μπόρεσε να προσθέσει μια μέρα στη ζωή; 
Ποιον λυπήθηκε ο θάνατος για τα πλούτη του; Ποιος γλύτωσε από την αρρώστια επειδή είχε χρήματα;
Ως πότε ο χρυσός θα είναι η αγχόνη των ψυχών, το αγκίστρι του θανάτου, το δόλωμα της αμαρτίας; Ως πότε ο πλούτος θα είναι η αιτία του πολέμου, για τον οποίο κατασκευάζονται όπλα, και ακονίζονται τα ξίφη; Εξ αιτίας αυτού οι συγγενείς παραγκωνίζουν τη συγγένεια, οι αδελφοί με φονική διάθεση υποβλέπει ο ένας τον άλλον. Εξ αιτίας του πλούτου οι ερημιές φιλοξενούν τους φονιάδες, η θάλασσα τους πειρατές, οι πόλεις τους συκοφάντες. Ποιος είναι ο πατέρας τού ψεύδους; ποιος ο δημιουργός της πλαστογραφίας; Ποιος γέννησε την ψευδορκία; Δεν είναι ο πλούτος; Δεν είναι η μέριμνα γι’ αυτόν;
**************
Homilia in divites
(PG 31, σελ. 277 – 304)

 Εἴρηται καὶ πρώην ἡμῖν τὰ περὶ τοῦ νεανίσκου τούτου, καὶ μέμνηται πάντως ὅ γε φιλόπονος ἀκροατὴς τῶν ἐξητασμένων τότε· πρῶτον μὲν, ὅτι οὐχ ὁ αὐτός ἐστι τῷ παρὰ τῷ Λουκᾷ νομικῷ. Ὁ μὲν γὰρ πειραστὴς ἦν, εἰρωνικὰς τὰς ἐρωτήσεις ποιούμενος· οὗτος δὲ, ὑγιῶς μὲν ἐρωτῶν, οὐκ εὐπειθῶς δὲ παραδεχόμενος. Οὐ γὰρ ἂν ἀπῆλθεν ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσιν τοῦ Κυρίου λυπούμενος, εἰ καταφρονητικῶς αὐτῷ προσῆγε τὰς πεύσεις. ∆ιόπερ οἱονεὶ μικτὸν αὐτοῦ τὸ ἦθος ἡμῖν ἀνεφαίνετο· πῆ μὲν ἐπαινετὸν δεικνύοντος τοῦ λόγου, πῆ δὲ ἀθλιώτατον καὶ πάντη ἀπεγνωσμέ νον. Τὸ μὲν γὰρ γνωρίσαι τὸν ἀληθῶς διδάσκαλον, καὶ παρελθόντα τὴν Φαρισαίων ἀλαζονείαν, καὶ νομικῶν οἴησιν, καὶ γραμματέων ὄχλον, τὴν προσηγορίαν ταύτην ἀναθεῖναι τῷ μόνῳ ἀληθινῷ καὶ ἀγαθῷ διδασκάλῳ, τοῦτο ἦν ὃ ἐπῃνεῖτο. Καὶ μέντοι τὸ φανῆναι φροντίδος ἄξιον ποιούμενον πῶς ἂν τῆς αἰωνίου κληρονομήσειε ζωῆς, ἀποδεκτὸν καὶ τοῦτο. Ἐκεῖνο δὲ λοιπὸν ἐλέγχει αὐτοῦ τὴν ὅλην προαίρεσιν, οὐ πρὸς τὸ ἀληθινῶς καλὸν ἀποβλέπουσαν, ἀλλὰ τὸ τοῖς πολλοῖς ἀρέσκον περισκοποῦσαν· τὸ, μαθόντα παρὰ τοῦ ἀληθινοῦ διδασκάλου μαθήματα σωτήρια, μὴ ἐγγράψαι τῇ ἑαυτοῦ καρδίᾳ, μηδὲ εἰς ἔργον ἀγαγεῖν τὰ διδάγματα, ἀλλ' ἀπελθεῖν ἀθυμοῦντα, τῷ πάθει τῆς φιλοπλουτίας ἐσκοτωμένον. Τοῦτο δὲ τὴν ἀνωμαλίαν τῶν τρόπων, καὶ τὸ πρὸς ἑαυτὸν ἀσύμφωνον ἀπελέγχει. 
∆ιδάσκαλον λέγεις, καὶ τὰ μαθητῶν οὐ ποιεῖς; 
Ἀγαθὸν ὁμολογεῖς, καὶ τὰ διδόμενα παραπέμπῃ; 
Καίτοι ὅ γε ἀγαθὸς ἀγαθῶν ἐστι παρεκτικὸς δηλονότι. Καὶ ἐρωτᾷς μὲν περὶ τῆς αἰωνίου ζωῆς· ἐλέγχῃ δὲ ὅλως τῇ ἀπολαύσει τοῦ παρόντος βίου προσδεδεμένος. Τί δέ σοι χαλεπὸν, ἢ βαρὺ, ἢ ὑπέρογκον ῥῆμα ὁ διδάσκαλος προετείνατο; 

♱ Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς·
Εἴ σοι προέβαλε πόνους γεωργικοὺς, ἢ τοὺς ἐξ ἐμπορίας κινδύνους, ἢ ὅσα ἄλλα τοῖς χρηματιζομένοις ἐπίπονα πρόσεστιν, ἔδει σε λυπηθῆναι δυσφοροῦντα τῷ ἐπιτάγματι· εἰ δὲ οὕτως διὰ ῥᾳδίας ὁδοῦ, οὐδένα πόνον ἐχούσης οὐδὲ ἱδρῶτα, ἐπαγγέλλεταί σε κληρονόμον τῆς αἰωνίου ζωῆς ἀπο δείξειν, οὐ χαίρεις τῇ εὐκολίᾳ τῆς σωτηρίας, ἀλλ' ἀπέρχῃ ὀδυνώμενος τὴν ψυχὴν καὶ πενθῶν, καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπεπόνηται. Εἰ γὰρ οὐκ ἐφόνευσας, ὡς σὺ φῂς, οὔτε ἐμοίχευσας, οὔτε ἔκλεψας, οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν ψευδῆ, ἀνόνητον σεαυτῷ ποιεῖς τὴν περὶ ταῦτα σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον, δι' οὗ μόνου δυνήσῃ εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ εἰ μὲν ἰατρὸς ἐπηγγέλλετο κολοβώματα μελῶν ἐκ φύσεως ἢ ἐξ ἀῤῥωστίας προσόντα σοι διορθώσασθαι, οὐκ ἂν ἠθύμεις ἀκούων· ἐπειδὴ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς τέλειόν σε ποιῆσαι βούλεται τοῖς καιριωτάτοις ἐλλείποντα, οὐ δέχῃ τὴν χάριν, ἀλλὰ πενθεῖς καὶ σκυθ ρωπάζεις. Ἐκείνης μὲν γὰρ δῆλος εἶ τῆς ἐντολῆς μακρὰν ὑπάρχων, καὶ ψευδῶς σεαυτῷ προσμαρτυρήσας αὐτὴν, ὅτι ἠγάπησας τὸν πλησίον σου ὡς σεαυτόν. Ἰδοὺ γὰρ τὸ παρὰ τοῦ Κυρίου προταθὲν ἐλέγχει σε παμπληθὲς τῆς ἀληθινῆς ἀγάπης ἀπολειπόμενον. 
♱ Εἰ γὰρ ὅπερ διεβεβαιώσω ἀληθὲς ἦν, ὅτι ἐφύλαξας ἐκ νεότητος τὴν ἐντολὴν τῆς ἀγάπης, καὶ τοσοῦτον ἀπέδωκας ἑκάστῳ ὅσον καὶ σεαυτῷ, πόθεν σοι ἡ τῶν χρημάτων αὕτη περιουσία; 
∆απανητικὸν γὰρ πλούτου ἡ θεραπεία τῶν δεομένων· ὀλίγα μὲν ἑκάστου πρὸς τὴν ἀναγκαίαν ἐπιμέλειαν δεχομένου, πάντων δὲ ὁμοῦ καταμεριζο μένων τὰ ὄντα, καὶ περὶ ἑαυτοὺς δαπανώντων. 
♱ Ὥστε ὁ ἀγαπῶν τὸν πλησίον ὡς ἑαυτὸν οὐδὲν περισσότερον κέκτηται τοῦ πλησίον· ἀλλὰ μὴν φαίνῃ ἔχων κτήματα πολλά. 
Πόθεν ταῦτα; ἢ δῆλον ὅτι τὴν οἰκείαν ἀπόλαυσιν προτι μοτέραν τῆς τῶν πολλῶν παραμυθίας ποιούμενος. Ὅσον οὖν πλεονάζεις τῷ πλούτῳ, τοσοῦτον ἐλλείπεις τῇ ἀγάπῃ. Ἐπεὶ πάλαι ἂν ἐμελέτησας τῶν χρημάτων τὴν ἀλλοτρίωσιν, εἰ ἠγαπήκεις σου τὸν πλησίον. Νυνὶ δὲ προσπέφυκέ σοι τὰ χρήματα πλέον ἢ τὰ μέλη τοῦ σώματος, καὶ λυπεῖ σε αὐτῶν ὁ χωρισμὸς ὡς ἀκρωτηριασμὸς τῶν καιρίων. 
♱ Εἰ γὰρ ἠμφίασας γυμνὸν, εἰ ἔδωκας πεινῶντι τὸν ἄρτον σου, εἰ ἡ θύρα σου ἠνέῳκτο παντὶ ξένῳ, εἰ ἐγένου πατὴρ ὀρφανῶν, εἰ παντὶ συνέπασχες ἀδυνάτῳ, ὑπὲρ ποίων ἂν ἐλυπήθης χρημάτων; 
Ποῦ δ' ἂν καὶ ἐδυσχέρανας ἀποτιθέμενος τὰ λειπόμενα, πάλαι μελετήσας αὐτὰ διανέμειν τοῖς ἐνδεέσιν; Εἶτα, ἐν μὲν πανηγύρει οὐδεὶς λυπεῖται προϊέμενος τὰ παρόντα καὶ ἀντικτώμενος τὰ ἐνδέοντα· ἀλλ' ὅσῳπερ ἂν ἐλάττονος τιμῆς τὰ πολυτίμητα πρίηται, τοσούτῳ χαίρει, ὡς λαμπροῦ αὐτῷ τοῦ συναλλάγματος γενομένου· σὺ δὲ λυπῇ, χρυσίον, καὶ ἀργύριον, καὶ κτήματα διδούς· τουτέστι, λίθους καὶ χοῦν παρεχόμενος, ἵνα κτήσῃ τὴν μακαρίαν ζωήν. 
 Ἀλλὰ τί χρήσῃ τῷ πλούτῳ; 
Ἐσθῆτι πολυτιμήτῳ περιβαλεῖς σεαυτόν; 
Οὐκοῦν δύο μέν σοι πηχῶν χιτωνίσκος ἀρκέσει, ἑνὸς δὲ ἱματίου περιβολὴ πᾶσαν τῶν ἐνδυμάτων ἐκπληρώσει τὴν χρείαν. 
Ἀλλ' εἰς τροφὴν καταχρήσῃ τῷ πλούτῳ; 
Εἷς ἄρτος ἱκανὸς ἀποπληρῶσαι γαστέρα. 
Τί οὖν λυπῇ; ὡς τίνος στερούμενος; δόξης τῆς ἀπὸ τοῦ πλούτου; Ἀλλ' ἐὰν μὴ χαμαὶ ζητήσῃς τὴν δόξαν, εὑρήσεις τὴν ἀληθινὴν ἐκείνην καὶ λαμπρὰν προάγουσάν σε ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀλλ' αὐτὸ τὸ ἔχειν τὸν πλοῦτον ἀγαπητόν ἐστι, κἂν μηδὲν ἀπ' αὐτοῦ περιγίνεται ὄφελος. 
♱ Ὅτι μὲν οὖν ἀνόνητός ἐστιν ἡ τῶν ἀχρήστων σπουδὴ, παντὶ γνώριμον.
Πλὴν ἀλλὰ παράδοξον ἴσως φανεῖταί σοι ὃ μέλλω λέγειν· παντὸς δέ ἐστιν ἀληθέστερον. Σκορπιζόμενος ὁ πλοῦτος, καθ' ὃν ὁ Κύριος ὑποτίθεται τρόπον, πέφυκε παραμένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦσθαι. 
♱ Ἐὰν φυλάσσῃς, οὐκ ἔχεις· ἐὰν σκορπίσῃς, οὐκ ἀπολεῖς·
Ἐσκόρπισε γὰρ, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· Ἀλλ' οὐ γὰρ ἱματίων ἕνεκεν οὐδὲ τροφῶν ὁ πλοῦτός ἐστι τοῖς πολλοῖς περισπούδαστος, ἀλλά τις ἐπινενόηται μεθοδεία τῷ διαβόλῳ, μυρίας τοῖς πλουσίοις δαπάνης ἀφορμὰς ὑποβάλλουσα, ὥστε τὰ περιττὰ καὶ ἄχρηστα ὡς ἀναγκαῖα σπου δάζεσθαι, μηδὲν δὲ αὐτοῖς ἐξαρκεῖν πρὸς τὴν τῶν ἀναλωμάτων ἐπίνοιαν. Καταμερίζουσι γὰρ τὸν πλοῦτον πρός τε τὴν παροῦσαν χρείαν, καὶ πρὸς τὴν μέλλουσαν· καὶ τὸν μὲν ἑαυτοῖς, τὸν δὲ παισὶν ἀποτίθενται. 
Εἶτα καὶ διαιροῦσι τὸν αὐτὸν εἰς ἀφορμὰς δαπάνης ποικίλης. Οἷαι γὰρ αὐτῶν αἱ διατάξεις, ἄκουσον. Ἔστω, φησὶν, ὁ μὲν ἐν χρήσει πλοῦτος, ὁ δὲ ἀπόθετος· καὶ ὁ ταῖς χρείαις ὑπηρετούμενος ὑπερβαινέτω τῶν ἀναγκαίων τὸν ὅρον· οὗτος πρὸς τὰς κατ' οἶκον πολυτελείας παρέστω, ἐκεῖνος πρὸς τὰς ἔξωθεν φαντασίας ὑπηρετείτω· ὁ μὲν ὁδοιποροῦντι χορηγείτω τὴν πολυτέλειαν, ὁ δὲ ἐφ' ἑστίας μένοντι λαμπρὸν καὶ περίβλεπτον κατασκευαζέτω τὸν βίον· ὥστε μοι θαυμάζειν ἔπεισι τῶν περιττῶν τὴν ἐπίνοιαν. 

Ὀχήματά ἐστι μυρία, τὰ μὲν σκευαγωγοῦντα, τὰ δὲ αὐτοὺς περιφέροντα, χαλκῷ καὶ ἀργύρῳ κεκαλυμμένα. 
Ἵπποι παμπληθεῖς, καὶ οὗτοι γενεαλογούμενοι ἀπὸ εὐγενείας πατέρων, ὥσπερ οἱ ἄνθρωποι. Οἱ μὲν τρυφῶντας αὐτοὺς κατὰ τὴν πόλιν περιφέρουσιν· ἄλλοι συνθηρεύουσιν, ἄλλοι πρὸς ὁδοιπορίαν ἐξησκημένοι. 
Χαλινοὶ καὶ ζῶναι καὶ περιδέῤῥεα, πάντα ἀργυρᾶ, πάντα χρυσόπαστα. 
Τάπητες ἁλουργοὶ, κοσμοῦντες τοὺς ἵππους ὥσπερ νυμφίους· ἡμιόνων πλῆθος, κατὰ χρόαν διῃρημένων· ἡνίοχοι τούτων, ἀλλήλων διάδοχοι, οἱ προτρέχοντες, οἱ παρεπόμενοι. Τῶν ἄλλων οἰκετῶν ἀριθμὸς ἄπειρος πρὸς πᾶσαν αὐτοῖς πολυτέλειαν ἐξαρκῶν· ἐπίτροποι, ταμίαι, γεωργοὶ, παντοδαπῆς ἔμπειροι τέχνης, τῆς τε ἀναγκαίας καὶ τῆς πρὸς ἀπόλαυσιν καὶ τρυφὴν εὑρημένης· μάγειροι, σιτοποιοὶ, οἰνοχόοι, θηρευταὶ, πλάσται, ζωγράφοι, ἡδονῆς παντοίας δημιουργοί. 
Ἀγέλαι καμήλων, τῶν μὲν ἀχθοφόρων, τῶν δὲ νομάδων, ἵππων ἀγέλαι, βουκόλια, ποίμνια, συφόρβια, οἱ τούτων νομεῖς, γῆ ἡ πᾶσι τούτοις πρὸς τροφὴν ἐξα ρκοῦσα, καὶ ἔτι ταῖς προσόδοις τὸν πλοῦτον αὔξουσα· λουτρὰ ἐν πόλει· λουτρὰ κατ' ἀγρούς· οἶκοι παντοδαποῖς μαρμάροις περιλαμπόμενοι, ὁ μὲν Φρυγίου λίθου, ἄλλος Λακωνικῆς ἢ Θεσσαλικῆς πλακός· καὶ τούτων οἱ μὲν ἐν χειμῶνι θάλποντες, οἱ δὲ ἀναψύχοντες ἐν τῷ θέρει. 
Ἔδαφος ταῖς ψηφῖσι διηνθισμένον, χρυσὸς ὑπαλείφων τὸν ὄροφον. Ὅσον δὲ τῶν τοίχων διαφεύγει τὴν πλάκα, τοῖς τῆς γραφικῆς ἄνθεσι καλλωπίζεται. 
♱ Ἐπειδὰν δὲ εἰς μυρία διασπώμενος ὁ πλοῦτος ἔτι περιττεύει, κατὰ γῆς ὠθεῖται, καὶ ἐν ἀποῤῥήτοις φυλάσσεται. 
Ἄδηλον γὰρ τὸ μέλλον, μήπου τινὲς ἡμᾶς ἀδόκητοι καταλάβωσι χρεῖαι. 
♱ Ἄδηλον μὲν οὖν, εἰ ἥξεις πρὸς τὴν χρείαν τοῦ κατορωρυγμένου χρυσίου· οὐκ ἄδηλος δὲ ἡ ζημία τῆς ἀπανθρωπίας τῶν τρόπων. 
Ὅτε γὰρ οὐκ ἠδυνήθης ταῖς μυρίαις ἐπινοίαις ἐκδαπανῆσαι τὸν πλοῦτον, τότε αὐτὸν εἰς τὴν γῆν ἀπεκρύψω. Μανία δεινὴ, ἕως μὲν ἐν μετάλλοις ἦν ὁ χρυσὸς, ἀνερευνᾷν τὴν γῆν· ὅτε δὲ φανερὸς ἐγένετο, πάλιν αὐτὸν ἐν τῇ γῇ ἀφανίζειν. Εἶτα, οἶμαι, συμβαίνει σοι κατορύσσοντι τὸν πλοῦτον συγκατορύσσειν καὶ τὴν καρδίαν· 
♱ Ὅπου γὰρ ὁ θησαυρός σου, φησὶν, ἐκεῖ καὶ ἡ καρδία·
∆ιὰ τοῦτο λυποῦσιν αἱ ἐντολαί· ἀβίωτον γὰρ ἑαυτοῖς τὸν βίον τίθενται, μὴ ταῖς ἀνωφελέσι δαπάναις ἐνασχολού μενοι. Καί μοι δοκεῖ τὸ πάθος τοῦ νεανίσκου, ἢ καὶ τῶν παραπλησίων αὐτῷ, παρόμοιον εἶναι, ὥσπερ ἂν εἴ τις ὁδοιπόρος ἐπιθυμίᾳ πόλεώς τινος συντόνως τὴν μέχρις αὐτῆς ὁδὸν διανύσας, εἶτα αὐτοῦ που περὶ τὰ πρὸ τῶν τειχῶν καταλύσειεν πανδοχεῖα, ὄκνῳ μικρᾶς κινήσεως τόν τε προϋπάρξαντα πόνον ἀχρειῶν, καὶ τῆς ἱστορίας τῶν ἐν τῇ πόλει καλῶν ἑαυτὸν ἀποκλείων. Τοιοῦτοί εἰσιν οἱ τὰ μὲν ἄλλα ποιεῖν καταδεχόμενοι, ἀντιβαίνοντες δὲ πρὸς τὴν τῶν ὑπαρχόντων ἀπόθεσιν. 
♱ Οἶδα πολλοὺς νηστεύοντας, προσευχομένους, στενάζοντας, πᾶσαν τὴν ἀδάπανον εὐλάβειαν ἐνδεικνυμένους, ὀβολὸν δὲ ἕνα μὴ προϊεμένους τοῖς θλιβομένοις. Τί ὄφελος τούτοις τῆς λοιπῆς ἀρετῆς; 
Οὐ γὰρ παραδέχεται αὐτοὺς ἡ βασιλεία τῶν οὐρανῶν· διότι· Εὐκοπώτερον, φησὶν, κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· 
Ἀλλ' ἡ μὲν ἀπόφασις οὕτως ἐναργὴς, καὶ ὁ εἰπὼν ἀψευδής· οἱ δὲ πειθόμενοι σπάνιοι. Καὶ πῶς βιωσόμεθα πάντα ἀποκτησάμενοι; φησίν· τί δὲ τὸ σχῆμα τοῦ βίου ἔσται, πάντων πωλούντων καὶ πάντων ἀποκτωμένων; Μὴ ἐρώτα με διάνοιαν δεσποτικῶν προσταγμάτων. Οἶδεν ὁ νομοθετήσας καὶ τὸ δυνατὸν συναρμόσαι τῷ νόμῳ. Σοῦ δὲ ὥσπερ ἐπὶ τρυτάνης δοκιμάζεται ἡ καρδία, πότερον πρὸς τὴν ζωὴν τὴν ἀληθινὴν ἢ πρὸς τὴν παροῦσαν ἀπόλαυσιν καταῤῥέπει. 
♱ Οἰκονομικὴν τοῦ πλούτου τὴν χρῆσιν, ἀλλ' οὐκ ἀπολαυστικὴν τοὺς σωφρόνως λογιζομένους νομίζειν προσῆκεν·
καὶ ἀποτιθεμένους, χαίρειν ὡς ἀλλοτρίων χωριζομένους, ἀλλ' οὐχὶ δυσχεραίνειν ὡς τῶν οἰκείων ἐκπίπτοντας. Τί οὖν λυπῇ; τί καταπενθεῖς τῇ ψυχῇ, ἀκούων· Πώλησόν σου τὰ ὑπάρχοντα; Εἰ μὲν γὰρ ἠκολούθει σοι πρὸς τὸ μέλλον, οὐδ' οὕτως ἂν ἦν περισπούδαστα, ὑπὸ τῶν ἐκεῖ τιμίων ἐπισκοτούμενα· εἰ δὲ ἀνάγκη μένειν ἐνταῦθα, τί μὴ, πωλήσαντες, τὸ ἀπ' αὐτῶν κέρδος ἀπενεγκώμεθα; Σὺ δὲ, χρυσὸν μὲν διδοὺς, καὶ ἵππον κτώμε νος, οὐκ ἀθυμεῖς· φθαρτὰ δὲ προϊέμενος, καὶ βασιλείαν οὐρανῶν ἀντιλαμ βάνων, δακρύεις, ἀρνῇ τὸν αἰτοῦντα, καὶ ἀνανεύεις τὴν δόσιν, μυρίας προφάσεις ἀναλωμάτων ἐπινοῶν. 

♱ Τί ἀποκριθήσῃ τῷ κριτῇ ὁ τοὺς τοίχους ἀμφιεννὺς, ἄνθρωπον οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ τὸν χρυσὸν κατορύσσων, τοῦ ἀγχομένου καταφρονεῖς; 
♱ Ἀλλὰ πένητα λέγεις σαυτόν· κἀγὼ συντίθεμαι. 
Πένης γάρ ἐστιν ὁ πολλῶν ἐνδεής. Πολλῶν δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ τὸ τῆς ἐπιθυμίας ἀκόρεστον. 
Τοῖς δέκα ταλάντοις δέκα ἕτερα προστιθέναι σπουδάζεις· ἐπειδὰν εἴκοσι γένηται, ἄλλα τοσαῦτα ἐπιζητεῖς, καὶ ἀεί σοι τὸ προστιθέμενον, οὐχὶ τὴν ὁρμὴν ἵστησιν, ἀλλ' ἀναφλέγει τὴν ὄρεξιν.

♱ Ἐβουλόμην σε μικρὸν ἀναπνεῦσαι τῶν ἔργων τῆς ἀδικίας, καὶ δοῦναι σχολὴν τοῖς σεαυτοῦ λογισμοῖς, ὥστε ἐνθυμηθῆναι πρὸς ποῖον πέρας ἡ σπουδὴ τῶν γινομένων συντέταται. 
♱ Ἔχεις γῆς ἀροσίμης πλέθρα τόσα καὶ τόσα, γῆς πεφυτευμένης τοσαῦτα ἕτερα, ὄρη, πεδία, νάπας, ποταμοὺς, λιβάδας. Τί οὖν μετὰ ταῦτα; Οὐχὶ τρεῖς σε πήχεις ἀναμένουσιν οἱ πάντες; 
Οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ δυστήνῳ σαρκί; 
♱ Ὑπὲρ τίνος μοχθεῖς; ὑπὲρ τίνος παρανομεῖς; 
Τί συνάγεις χερσὶν ἀκαρπίαν; Εἴθε ἀκαρπίαν καὶ μὴ ὕλην τῷ αἰωνίῳ πυρί. Οὐ νήψεις ποτὲ ἀπὸ τῆς μέθης ταύτης; Οὐχ ὑγιανεῖς τοὺς λογισμούς; Οὐ σεαυτοῦ γενήσῃ; Οὐ πρὸ ὀφθαλμῶν λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; 
♱ Τί ἀπολογήσῃ, ἐπειδάν σε κύκλῳ περιστάντες οἱ ἠδικημένοι καταβοῶσί σου ἐπὶ τοῦ δικαίου κριτοῦ; 
Τί οὖν ποιήσεις; ποίους συνηγόρους μισθώσῃ; 
ποίους μάρτυρας παραστήσῃ; πῶς παραπείσεις τὸν ἀπαραλόγιστον δικαστήν; 
Οὐκ ἔνι ῥήτωρ ἐκεῖ· οὐκ ἔνι πιθανότης ῥημάτων, κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν· οὐκ ἀκολουθοῦσιν οἱ κόλακες, οὐ τὰ χρήματα, οὐχ ὁ ὄγκος τοῦ ἀξιώματος· ἔρημος φίλων, ἔρημος βοηθῶν, ἀσυνηγόρητος, ἀναπολόγητος, κατῃσχυμ μένος παραληφθήσῃ, σκυθρωπὸς, κατηφὴς, μεμονωμένος, ἀπαῤῥησίαστος. Ὅπου γὰρ ἂν περιαγάγῃς τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας· ἔνθεν τοῦ ὀρφανοῦ τὰ δάκρυα, ἐκεῖθεν τῆς χήρας τὸν στεναγμὸν, ἑτέρωθεν τοὺς κατακονδυλισθέντας ὑπό σου πένητας· τοὺς οἰκέτας, οὓς κατέξαινες· τοὺς γείτονας, οὓς παρώργιζες· πάντα σοι ἐπαναστήσεται· πονηρὸς χορὸς τῶν κακῶν σου πράξεων περιστοιχίσεταί σε. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργῶς τὰς πράξεις ἐξεικονίζουσαι.
∆ιὰ τοῦτο οὐκ ἔστιν ἄρνησις ἐκεῖ, ἀλλ' ἐμφράσσε ται στόμα καὶ τὸ ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγ ματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα οἷα ὑφ' ἡμῶν κατεσ κεύασται. Πῶς σοι δυνηθῶ ὑπ' ὄψιν ἀγαγεῖν τὰ φρικτά; 
Ἐὰν ἄρα ἀκούσῃς, ἐὰν ἄρα ἐνδῷς, μνήσθητι τῆς ἡμέρας ἐκείνης ἐν ᾗ· Ἀποκαλύπτεται ὀργὴ ἀπ' οὐρανοῦ· 
Μνήσθητι τῆς ἐνδόξου τοῦ Χριστοῦ παρουσίας, ὅτε ἀναστήσονται· Οἱ μὲν τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα εἰς ἀνάστασιν κρίσεως· Τότε αἰσχύνη αἰώνιος τοῖς ἁμαρτωλοῖς· Καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλων τοὺς ὑπεναντίους· Ἐκεῖνα λυπείτω σε, καὶ μὴ λυπείτω ἡ ἐντολή. Πῶς σε δυσωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπιθυμεῖς; γέενναν οὐ φοβῇ; πόθεν εὑρεθῇ ἴασις τῇ ψυχῇ σου; Εἰ γὰρ τὰ φρικτὰ οὐ πτοεῖ, τὰ φαιδρὰ οὐ προτρέπεται, λιθίνῃ καρδίᾳ διαλεγόμεθα.


♱ ∆ιάβλεψον, ἄνθρωπε, πρὸς τὴν φύσιν τοῦ πλούτου. Τί τοσοῦτον ἐπτόησαι περὶ τὸν χρυσόν; Λίθος ἐστὶν ὁ χρυσὸς, λίθος ὁ ἄργυρος, λίθος ὁ μαργαρίτης, λίθος τῶν λίθων ἕκαστος· χρυσόλιθον, καὶ βηρύλλιον, καὶ ἀχάτης, καὶ ὑάκινθος, καὶ ἀμέθυσος, καὶ ἴασπις. 
Ταῦτα δὴ τοῦ πλούτου τὰ ἄνθη· ὧν σὺ τὰ μὲν ἀποτίθεσαι κατακρύπτων, καὶ τοὺς διαφανεῖς τῶν λίθων σκότῳ κατακαλύπτων· τοὺς δὲ περιφέρεις, τῶν βαρυτίμων ἐναβρυνόμενος αὐτῶν τῇ αὐγῇ. 
♱ Εἰπὲ, τί ὄφελός σοι λίθοις λαμπομένην περιστρέφειν τὴν χεῖρα; 
Οὐκ ἐρυθριᾷς λιθιδίων κισσῶν ὡς αἱ γυναῖκες, ὅταν κύωσιν; Καὶ γὰρ ἐκεῖναι λιθίδια περιτρώγουσι, καὶ σὺ λίχνως ἔχεις περὶ τὰ ἄνθη τῶν λίθων, σαρδόνυχας, καὶ ἰάσπιδας, καὶ ἀμεθύσους ἐπιζητῶν. Τίς καλ λωπιστὴς μίαν ἡμέραν ἠδυνήθη τῷ βίῳ προσθεῖναι; τίνος ἐφείσατο θάνατος διὰ τὸν πλοῦτον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; 
♱ Ἕως πότε χρυσὸς, τῶν ψυχῶν ἡ ἀγχόνη, τὸ τοῦ θανάτου ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; 
Ἕως πότε πλοῦτος, ἡ τοῦ πολέμου ὑπόθεσις, δι' ὃν χαλκεύεται ὅπλα, δι' ὃν ἀκονᾶται ξίφη; 
∆ιὰ τοῦτον συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, ἀδελφοὶ κατ' ἀλλήλων φονικὸν βλέπουσι· διὰ τὸν πλοῦτον αἱ ἐρημίαι τοὺς φονευτὰς τρέφουσιν, ἡ θάλασσα τοὺς καταποντιστὰς, αἱ πόλεις τοὺς συκο φάντας. 

♱ Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; 
Τί πάσχετε, ἄνθρωποι; 
τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ' ὑμῶν ἐπιβουλὴν περιέτρεψε; Συνεργία πρὸς τὸ ζῇν. 
Μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρήματα; Λύτρον ψυχῆς. Μὴ γὰρ ἀφορμὴ ἀπωλείας; 


♱ Ἀλλ' ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη· τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει δεσπότην, ἴδιον οἰκονόμον· παρ' ἄλλου τὴν ζωὴν ἐδέξατο, παρ' αὐτοῦ τὰς ἀφορμὰς ἀναμένει τοῦ βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς; 
Ὅτε ᾔτεις παρὰ τοῦ Κυρίου τὴν εὐπαιδίαν, ὅτε ἠξίους γενέσθαι τέκνων πατὴρ, ἆρα προσέθηκας τοῦτο· ∆ός μοι τέκνα, ἵνα παρακούσω τῶν ἐντολῶν σου; δός μοι τέκνα, ἵνα μὴ φθάσω εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; 
Τίς δὲ καὶ ἐγγυητὴς ἔσται τῆς τοῦ παιδὸς προαιρέσεως, ὅτι εἰς δέον χρήσεται τοῖς δοθεῖσι; 

♱ Πολλοῖς γὰρ ὁ πλοῦτος ὑπηρέτης ἀκολασίας ἐγένετο.  
Ἢ οὐκ ἀκούεις τοῦ Ἐκκλησιαστοῦ λέγοντος· 
Εἶδον ἀῤῥωστίαν δεινὴν, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτῷ; καὶ πάλιν, ὅτι· Ἀφίω ἐγὼ αὐτὸν τῷ ἀνθρώπῳ τῷ μετ' ἐμέ. Καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων; Ὅρα δὴ οὖν μὴ, μετὰ μυρίων πόνων τὸν πλοῦτον ἀθροίσας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾶ τιμωρούμενος, ὧν τε αὐτὸς ἠδίκησας, καὶ ὧν ἕτερον ἐφωδίασας. 
Μὴ οὐχὶ παντὸς τέκνου οἰκειοτέρα σοῦ ἐστιν ἡ ψυχή; 
Μὴ οὐχὶ πάντων μᾶλλον εἰς οἰκειότητα προσεγγίζει; 
Πρώτῃ αὐτῇ ἀπόδος τὰ πρεσβεῖα τῆς κληρονομίας, πλουσίας αὐτῇ παράσχου τὰς ἀφορμὰς τῆς ζωῆς· καὶ τότε τοῖς παισὶ διαιρήσεις τὸν βίον. Οἱ μέν γε παῖδες παρὰ γονέων μὴ διαδεξάμενοι, ἑαυτοῖς πολλάκις οἴκους ἐποίησαν· ἡ ψυχὴ δὲ, παρὰ σοῦ ἐγκαταλειφθεῖσα, παρὰ τίνος ἐλεηθήσεται; 

♱ Εἴρηται πρὸς τοὺς πατέρας ἃ εἴρηται· οἱ ἄτεκνοι τίνα ἡμῖν εὐπρόσωπον αἰτίαν τῆς φειδωλίας προβάλλονται; Οὐ πωλῶ τὰ ὑπάρχοντα, οὐδὲ δίδωμι τοῖς πτωχοῖς, διὰ τὰς ἀναγκαίας τοῦ βίου χρείας. 
Οὐκοῦν οὐχ ὁ Κύριός σου διδάσκαλος, οὐδὲ τὸ Εὐαγγέλιον ῥυθμίζει σου τὸν βίον, ἀλλ' αὐτὸς σὺ νομοθετεῖς σεαυτῷ. Βλέπε δὲ εἰς οἷον κίνδυνον ἐμπίπτεις οὕτω διανοούμενος. Εἰ γὰρ ὁ μὲν Κύριος ὡς ἀναγκαῖα ἡμῖν διετάξατο, σὺ δὲ ὡς ἀδύνατα παραγράφῃ, οὐδὲν ἕτερον ἢ φρονιμώτερον σεαυτὸν εἶναι λέγεις τοῦ νομοθέτου. 
Ἀλλ' ἀπολαύσας αὐτῶν παρὰ πᾶσάν μου τὴν ζωὴν, μετὰ τὴν τελευτὴν τοῦ βίου διαδόχους ποιήσομαι τῶν ἐμοὶ προσόντων τοὺς πένητας, γράμμασι καὶ διαθήκαις κυρίους αὐτοὺς τῶν ἐμῶν ἀποδείξας. Ὅτε οὐκέτι ἔσῃ ἐν ἀνθρώποις, τότε γενήσῃ φιλάνθρωπος· ὅταν νεκρόν σε ἴδω, τότε σε εἴπω φιλάδελφον. Πολλή σοι χάρις τῆς φιλοτιμίας, ὅτι ἐν τῷ μνήματι κείμενος, καὶ εἰς γῆν διαλυθεὶς, ἁδρὸς γέγονας ταῖς δαπάναις καὶ μεγαλόψυχος. Ποίων, εἰπέ μοι, καιρῶν τοὺς μισθοὺς ἀπαιτήσεις, τῶν ἐν τῇ ζωῇ, ἢ τῶν μετὰ τὴν ἀποβίωσιν; Ἀλλ' ὃν μὲν ἔζης χρόνον, καθηδυπαθῶν τοῦ βίου καὶ τῇ τρυφῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένητας· ἀποθανόντος δὲ ποία μὲν πρᾶξις; ποῖος δὲ μισθὸς ἐργασίας ὀφείλεται; 

♱ ∆εῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς ἀντιδόσεις.  
Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται· οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπελθὼν στεφανοῦ ται· οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθίζεται· οὐ τοίνυν οὐδὲ μετὰ τὴν ζωὴν εὐσεβεῖ δηλονότι. Ἐν μέλανι καὶ γράμμασι κατεπαγγέλλῃ τὰς εὐποιίας. 
♱ Τί οὖν σεαυτὸν ἐξαπατᾷς, νῦν μὲν κακῶς εἰς ἀπόλαυσιν σαρκὸς τὸν πλοῦτον διατιθέμενος, ἐπαγγελλόμενος δὲ εἰς ὕστερον ὧν οὐκέτι ἔσῃ κύριος; 
Ὡς ὁ λόγος ἔδειξε, πονηρὰ ἡ βουλή· ζῶν μὲν, ἀπολαύσω τῶν ἡδονῶν· ἀποθανὼν δὲ, πράξω τὰ διατεταγμένα. Ἐρεῖ καὶ σοὶ Ἀβραάμ· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· Οὐ δέχεταί σε ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς, τὸν ὄγκον τοῦ πλούτου μὴ ἀποθέμενον. Βαστάζων αὐτὸν ἐξῆλθες· μὴ γὰρ ἀπέῤῥιψας, ὡς προσετάχθης. Ὅτε ἔζης, σεαυτὸν τῆς ἐντολῆς προετίθεις· μετὰ τὸν θάνατον καὶ τὴν διάλυσιν, τότε τὴν ἐντολὴν τῶν ἐχθρῶν προετίμησας. Ἵνα γὰρ μὴ λάβῃ ὁ δεῖνα, λαβέτω, φησὶν, ὁ Κύριος. Καὶ τοῦτο τί εἴπωμεν, ἐχθρῶν ἄμυναν, ἢ τοῦ πλησίον ἀγάπην; Ἀνάγνωθί σου τὰς διαθήκας. Ἐβουλόμην μὲν ζῇν, καὶ ἀπολαύειν τῶν ἐμαυτοῦ. Τῷ θανάτῳ χάρις, οὐ σοί. Εἰ γὰρ ἦς ἀθάνατος, οὐκ ἂν ἐμνήσθης τῶν ἐντολῶν· Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται· Νεκρὸν εἰς θυσιαστήριον οὐκ ἀνάγεται· ζῶσαν προσένεγκε τὴν θυσίαν.  
Ὁ ἐκ τοῦ περισσεύματος προσφέρων ἀπρόσδεκτος. Σὺ δὲ ἃ μετὰ πᾶσαν τὴν ζωὴν ἐπερίσσευσε, ταῦτα προσφέρεις τῷ εὐεργέτῃ. Εἰ οὐ τολμᾷς ἐκ τῶν λειψάνων τῆς τραπέζης δεξιώσασθαι τοὺς ἐνδόξους, πῶς οὖν τολμᾷς τὸν Θεὸν ἐκ τῶν λειψάνων ἐξιλεοῦσθαι; 

♱ Ἴδετε τὸ τέλος τῆς φιλοχρηματίας, οἱ πλούσιοι, καὶ παύσασθε ἐμπαθῶς πρὸς τὰ χρήματα διακείμενοι. 
♱ Ὅσῳ φιλόπλουτος εἶ, τοσούτῳ μᾶλλον μηδὲν ὑπολίπῃ τῶν προσόντων σοι. 
Πάντα σεαυτοῦ ποίησαι, πάντα ἐπικόμισαι, μὴ καταλίπῃς ἀλλοτρίοις τὸν πλοῦτον. Τάχα σε οὐδὲ περιστελοῦσιν οἱ οἰκέται τῷ τελευταίῳ κόσμῳ, ἀλλ' ἀφοσιώσονται τὴν ταφὴν, τοῖς κληρονόμοις λοιπὸν προσχωρήσαντες κατὰ τὴν εὔνοιαν. Ἤ που καὶ καταφιλοσοφήσουσί σου τότε· Ἀπειροκαλία, φησὶν, καλλωπίζειν νεκρὸν, καὶ πολυτελῶς ἐκκομίζειν τὸν οὐκέτι αἰσθανόμενον. Τί δὲ οὐ βέλτιον τοὺς περιόντας κοσμεῖσθαι τῇ πολυτελεῖ καὶ ἐνδόξῳ περιβολῇ, ἢ συγκατασήπειν τῷ νεκρῷ τὰ πολυτίμητα τῆς ἐσθῆτος; 
♱ Τί δὲ μνήματος ἐπισήμου, καὶ ταφῆς πολυτελοῦς, καὶ δαπάνης ἀκερδοῦς ὄφελος; 
∆έον εἰς τὰ κατὰ τὸν βίον ἀναγκαῖα χρήσασθαι τοῖς περιοῦσιν. Τοιαῦτα ἐροῦσι καὶ σὲ τῆς βαρύτητος ἀμυνόμενοι, καὶ τοῖς διαδεξαμένοις τὰ σὰ χαριζόμενοι. Προλαβὼν οὖν, σεαυτὸν ἐνταφίασον. Καλὸν ἐντάφιον ἡ εὐσέβεια. Πάντα περιβαλλόμενος ἄπελθε· οἰκεῖον κόσμον τὸν πλοῦτον ποίησαι· ἔχε αὐτὸν μετὰ σεαυτοῦ. Πείσθητι καλῷ συμβούλῳ, τῷ ἀγαπήσαντί σε Χριστῷ, τῷ δι' ἡμᾶς πτωχεύσαντι, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· τῷ δόντι ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν. Ἢ ὡς σοφῷ τὸ συμφέρον ἡμῖν συνορῶντι πεισθῶμεν, ἢ ὡς ἀγαπῶντος ἡμᾶς ἀνασχώμεθα, ἢ ὡς εὐεργέτην ἡμῶν ἀμειψώμεθα. Πάντως δὲ ποιήσωμεν τὰ διατεταγμένα ἡμῖν, ἵνα κληρονόμοι γενώμεθα. τῆς αἰωνίου ζωῆς τῆς ἐν αὐτῷ τῷ Χριστῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἐὰν δὲ δὴ καὶ γυνὴ φιλόπλουτος συνοικεῖ, διπλάσιον ἡ νόσος· τάς τε γὰρ τρυφὰς ἀναφλέγει· καὶ τὰς φιληδονίας συναύξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις ἐνίησι, λίθους τινὰς ἐπινοοῦσα, μαργαρίτας καὶ σμαράγδους καὶ ὑακίνθους, καὶ χρυσὸν, τὸν μὲν χαλκεύουσα, τὸν δὲ ἐξυφαίνουσα, καὶ διὰ πάσης ἀπειροκαλίας τὴν νόσον αὔξουσα. Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπουδὴ, ἀλλὰ καὶ νύκτες καὶ ἡμέραι τὰς περὶ τούτων μερίμνας ἔχουσι.
Καὶ μυρίοι τινὲς κόλακες, ταῖς ἐπιθυμίαις αὐτῶν ὑποτρέχοντες, συνάγουσι τοὺς ἀνθοβαφεῖς, τοὺς χρυσοχόους, τοὺς μυρεψοὺς, τοὺς ὑφάντας, τοὺς ποικιλτάς. Οὐδένα χρόνον ἀναπνεῖν δίδωσι τῷ ἀνδρὶ ἐκ τῶν συνεχῶν αὐτῆς ἐπιταγμάτων. Οὐδεὶς ἐξαρκεῖ πλοῦτος ταῖς γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος, οὐδ' ἂν ἐκ ποταμῶν ἐπιῤῥέῃ· ὅταν σπουδάζηται μὲν παρ' αὐταῖς τὸ βαρβαρικὸν μύρον, ὡς τὸ ἐξ ἀγορᾶς ἔλαιον, τὰ δὲ ἐκ θαλάττης ἄνθη, ἡ κόχλος, ἡ πίννα, ὑπὲρ τὸ ἐκ τῶν προβάτων ἔριον. 

♱ Χρυσὸς δὲ, περισφίγγων τοὺς βαρυτίμους τῶν λίθων, ὁ μέν τις αὐταῖς προμετωπίδιος γίνεται κόσμος, ὁ δὲ περιαυχένιος· καὶ ἄλλος ἐν ζώναις, καὶ ἄλλος τὰς χεῖρας δεσμεῖ καὶ τοὺς πόδας. Χαίρουσι γὰρ αἱ φιλόχρυσοι δεδεμέναι ταῖς χειροπέδαις, μόνον ἐὰν χρυσὸς ὁ δεσμῶν αὐτὰς ᾖ. 
Πότε οὖν ψυχῆς ἐπιμελήσεται ὁ γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος; Ὥσπερ γὰρ τὰ ὑπόσαθρα τῶν πολίων καταιγίδες καὶ ζάλαι, οὕτως αἱ πονηραὶ τῶν γυναικῶν διαθέσεις τὰς ἀσθενεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσι. Πρὸς τοσαῦτα δὴ οὖν διελκόμενος ὁ πλοῦτος ὑπὸ ἀνδρὸς καὶ γυναικὸς, ἀλλήλους νικώντων ταῖς ἐφευρέσεσι τῶν ματαίων, εἰκότως οὐδένα καιρὸν ἔχει πρὸς τοὺς ἔξωθεν παρακύπτειν. 
♱ Ἀλλ' ἐὰν μὲν ἀκούσῃς· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· ἵνα ἔχῃς ἐφόδια πρὸς τὴν αἰωνίαν ἀπόλαυσιν, ἀπέρχῃ λυπούμενος· ἐὰν δὲ ἀκούσῃς· ∆ὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθοξόοις, τέκτοσι, ψηφοθέταις, ζωγράφοις, χαίρεις ὡς δή τι χρημάτων τιμιώτερον κατακτώμενος. Οὐχ ὁρᾷς τοὺς τοίχους τούτους τοὺς ὑπὸ τοῦ χρόνου καταῤῥυέντας, ὧν τὰ λείψανα, ὥσπερ σκόπελοί τινες, διὰ τῆς πόλεως πάσης ἀνέχουσιν; 
♱ Πόσοι ἦσαν κατὰ τὴν πόλιν πένητες, τούτων ἐγειρομένων, οἳ διὰ τὴν περὶ ταῦτα σπουδὴν ὑπὸ τῶν τότε πλουσίων παρεωρῶντο; 
Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τῇ τούτων μεγαλουργίᾳ ζηλούμενος; Οὐ τὰ μὲν συγκέχυται καὶ ἠφάνισται, ὥσπερ τὰ κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμενα, ὁ δὲ ἐν τῷ ᾅδῃ κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελόμενος; 
♱ Μεγάλην ἔχε τὴν ψυχήν· τοῖχοι δὲ καὶ μικροὶ καὶ μείζους τὴν αὐτὴν χρείαν πληροῦσιν.
Ὅταν παρέλθω εἰς οἰκίαν ἀνδρὸς ἀπειροκάλου καὶ ὀψιπλούτου, καὶ ἴδω αὐτὴν παντοίοις γεγανωμένην ἄνθεσιν, οἶδα ὅτι οὗτος οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέκτηται, ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Ποίαν, εἰπέ μοι, χρείαν περισσοτέραν παρέχουσιν ἀργυραῖ κλῖναι καὶ τράπεζαι ἀργυραῖ, ἐλεφάντιναι στιβάδες καὶ ἐλεφάντινοι δίφροι, ὥστε τὸν πλοῦτον διὰ ταῦτα μὴ διαβαίνειν πρὸς τοὺς πτωχοὺς, καίτοι μυρίοι ἐφεστᾶσι τῇ θύρᾳ, πᾶσαν ἐλεεινὴν ἀφιέντες φωνήν; Σὺ δὲ ἀρνῇ τὴν δόσιν, ἀδύνατον εἶναι λέγων ἐπαρκεῖν τοῖς αἰτοῦσι. Καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυσαι, ὑπὸ δὲ τῆς χειρὸς διελέγχῃ· σιωπῶσα γάρ σου ἡ χεὶρ τὴν ψευδολογίαν κηρύσσει, περιαστραπτομένη ὑπὸ τῆς ἐπὶ τοῦ δακτυλίου σφενδόνης. Πόσους δύναται εἷς σου δακτύλιος χρεῶν ἀπολῦσαι; πόσους οἴκους καταπίπτοντας ἀνορθῶσαι; Μία σου κιβωτὸς τῶν ἱματίων δύναται δῆμον ὅλον ῥιγοῦντα περιβαλεῖν· ἀλλ' ὑπομένεις ἄπρακτον ἀποπέμψαι τὸν πένητα, οὐ φοβούμενος τὸ δίκαιον τῆς ἀνταποδόσεως τοῦ κριτοῦ. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ· οὐκ ἤνοιξας τὴν οἰκίαν, ἀπο πεμφθήσῃ τῆς βασιλείας· οὐκ ἔδωκας τὸν ἄρτον, οὐ λήψῃ τὴν αἰώνιον ζωήν. 
♱ Ὥσπερ γὰρ τοῖς μεθύουσιν ἀφορμὴ τοῦ πίνειν ἡ προσθήκη τοῦ οἴνου γίνεται, οὕτω καὶ οἱ νεόπλουτοι, πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυμοῦσι, τῷ ἀεὶ προστιθεμένῳ τὴν νόσον τρέφοντες, καὶ περιτρέπεται αὐτοῖς ἡ σπουδὴ πρὸς τὸ ἐναντίον. 
Οὐ γὰρ εὐφραίνει αὐτοὺς τὰ παρόντα τοσαῦτα ὄντα, ὅσον λυπεῖ τὰ ἐνδέοντα ἅπερ ἂν αὐτοῖς ἐλλείπειν ὑπόθωνται· ὥστε ἀεὶ τὴν ψυχὴν αὐτοῖς ταῖς μερίμναις ἐκτήκεσθαι, πρὸς τὸ ὑπερβάλλον τὴν ἅμιλλαν ποιουμένοις. ∆έον γὰρ εὐφραίνεσθαι καὶ χάριν ἔχειν, τοσούτων ὄντας εὐπορωτέρους· οἱ δὲ δυσφο ροῦσιν καὶ ὀδυνῶνται, ὅτι ἑνός που ἢ δευτέρου τῶν ὑπερπλουτούντων ἀπολιμπάνονται. Ὅταν τοῦτον τὸν πλούσιον καταλάβωσιν, εὐθὺς τῷ πλουσιωτέρῳ παρισωθῆναι φιλονεικοῦσιν· κἂν ἐπ' ἐκεῖνον φθάσωσιν, ἐπὶ τὸν ἄλλον τὴν σπουδὴν μεταφέρουσιν. Ὥσπερ γὰρ οἱ τὰς κλίμακας ἀναβαίνοντες, ἀεὶ πρὸς τὴν ὑπερκειμένην βαθμίδα τὸ ἴχνος αἴροντες, οὐ πρότερον ἵστανται πρὶν ἂν τῆς ἄκρας ἐφίκωνται· οὕτω καὶ οὗτοι οὐ παύονται τῆς κατὰ τὴν δυναστείαν ὁρμῆς, ἕως ἂν ὑψωθέντες, ἀπὸ μετεώρου τοῦ πτώματος ἑαυτοὺς καταῤῥάξωσιν. Τὴν σελευκίδα τὸ ὄρνεον ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρεστον τὴν σεαυτοῦ ψυχὴν κατεσκεύασας. 
♱ Ὅσα βλέπει ὀφθαλμὸς, τοσούτων ἐπιθυμεῖ ὁ πλεονέκτης· Οὐ πλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν· καὶ οὐ κορεσθήσεται φιλάργυρος τοῦ λαμβάνειν.
♱ Ὁ ᾅδης οὐκ εἶπεν· Ἀρκεῖ, οὐδὲ ὁ πλεονέκτης εἶπέ ποτε· Ἀρκεῖ. 
Πότε χρήσῃ τοῖς παροῦσι; πότε ἀπολαύσεις αὐτῶν, ἀεὶ τοῖς πόνοις τῆς κτήσεως συνεχόμενος; 
♱ Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· Σὺ δὲ τί ποιεῖς; Οὐ προφασίζῃ μυρία, ἵνα λάβῃς τὰ τοῦ πλησίον; 
Ἐπισκοτεῖ μοι, φησὶν, ἡ τοῦ γείτονος οἰκία, θορύβους ἐνίησιν, ἢ τὸ πλανώμενον ὑποδέχεται, ἢ ὅ τι ἂν τύχῃ αἰτιασάμενος, περιελαύνων, καὶ ἐξωθῶν, καὶ ἕλκων ἀεὶ, καὶ σπαράσσων, οὐ πρότερον παύεται, πρὶν ἂν ἐπαγάγῃ αὐτοῖς ἀνάγκην μετα ναστάσεως. Τί τὸν Ναβουθὲ τὸν Ἰεζραηλίτην ἀπέκτεινεν; Οὐχ ἡ τοῦ Ἀχαὰβ ἐπιθυμία τοῦ ἀμπελῶνος; 
♱ Πονηρὸς ἐν πόλει σύνοικος, πονηρὸς ἐν ἀγροῖς, ὁ πλεονέκτης. Ἡ θάλασσα οἶδεν τὰ ὅρια αὐτῆς· ἡ νὺξ οὐχ ὑπερβαίνει ὁροθεσίας ἀρχαίας.  
Ὁ δὲ πλεονέκτης οὐκ αἰδεῖται χρόνον, οὐ γνωρίζει ὅρον, οὐ συγχωρεῖ ἀκολουθίαν διαδοχῆς, ἀλλὰ μιμεῖται τοῦ πυρὸς τὴν βίαν· πάντα ἐπιλαμβάνει, πάντα ἐπινέμεται. 
Καὶ ὥσπερ οἱ ποταμοὶ, ἐκ μικρᾶς τῆς πρώτης ἀρχῆς ὁρμηθέντες, εἶτα ταῖς κατ' ὀλίγον προσθήκαις ἀνυπόστατον λαβόντες τὴν αὔξησιν, τῷ βιαίῳ τῆς φορᾶς τὸ ἐνιστάμενον παρασύρουσιν· οὕτω καὶ οἱ ἐπὶ μέγα τῆς δυνάμεως προελ θόντες, ἐκ τῶν ἤδη καταδυναστευθέντων τὴν τοῦ πλείονας ἀδικεῖν δύναμιν προσλαμβάνοντες, τοῖς προηδικημένοις τοὺς λειπομένους καταδουλοῦν ται, καὶ γίνεται αὐτοῖς δυνάμεως αὔξησις ἡ περιουσία τῆς πονηρίας. Οἱ γὰρ προπεπονθότες κακῶς, ἠναγκασμένην αὐτοῖς παρεχόμενοι τὴν βοή θειαν, τὰς καθ' ἑτέρων βλάβας καὶ ἀδικίας συνεκπονοῦσιν. Ποῖος γὰρ γείτων, ποῖος σύνοικος, τίς συναλλάκτης οὐ παρασύρεται; 

♱ Οὐδὲν ὑφίσταται τὴν βίαν τοῦ πλούτου· Πάντα ὑποκύπτει τῇ τυραννίδι, πάντα ὑποπτήσσει τὴν δυναστείαν, πλείονα λόγον ἑκάστου τῶν ἠδικημένων ἔχοντος μὴ προσπαθεῖν τι κακὸν, ἢ δίκην λαβεῖν ὑπὲρ τῶν φθασάντων. Ἐπάγει τὰ ζεύγη τῶν βοῶν, ἀροτριᾷ, κατασπείρει, θερίζει τὰ μὴ προσήκοντα. Ἐὰν ἀντείπῃς, αἱ πληγαί· ἐὰν ὀδύρῃ, ὕβρεων γραφαὶ, ἀγώγιμος εἶ, οἰκήσεις τὸ δεσμωτήριον, οἱ συκοφάνται εὐτρεπεῖς, εἰς τὸν ὑπὲρ τοῦ ζῇν κίνδυνον καθιστῶντες. Ἀγαπήσεις, καὶ ἄλλο τι προσδοὺς, ἀπηλλάχθαι πραγμάτων. 

Τίς οὖν ἀναγγελεῖ σοι τὸν καιρὸν τῆς ἐξόδου; 

τίς ἐγγυητὴς ἔσται τοῦ τρόπου τῆς τελευτῆς;
Πόσοι ὑπὸ βιαίων ἀνηρπάσθησαν συμπτωμάτων, οὐδὲ φωνὴν ῥῆξαι συγχωρηθέντες ὑπὸ τοῦ πάθους;
Πόσους πυρετὸς ἐποίησεν ἔκφρονας;
Τί οὖν ἀναμένεις καιρὸν, ἐν ᾧ πολλάκις οὐδὲ τῶν λογισμῶν τῶν σεαυτοῦ ἔσῃ κύριος;
Νὺξ βαθεῖα, καὶ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ· καὶ ὁ ἐφεδρεύων τῷ κλήρῳ ἕτοιμος, πάντα πρὸς τὸ ἑαυτοῦ χρήσιμον διοικούμενος, ἄπρακτά σοι ποιῶν τὰ βουλεύματα. 

Εἶτα περιβλεψάμενος ὧδε καὶ ὧδε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε ἐρημίαν, τότε αἰσθήσῃ τῆς ἀβουλίας· τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολὴν, ὅτε ἡ μὲν γλῶσσα παρεῖται, ἡ δὲ χεὶρ ὑπότρομος ἤδη κλονουμένη ταῖς συνολκαῖς, ὡς μήτε φωνῇ μήτε γράμματι διασημάναι τὴν γνώμην. Καίτοι εἰ καὶ πάντα φανερῶς ἐγέγραπτο, καὶ πᾶσα φωνὴ διαῤῥήδην κεκήρυκτο, ἓν γράμμα παρεντεθὲν ἱκανὸν ἦν πᾶσαν μεταποιῆσαι τὴν γνώμην· μία σφραγὶς παραποιηθεῖσα, δύο ἢ τρεῖς μάρτυ ρες ἄδικοι, ὅλον ἂν τὸν κλῆρον ἐφ' ἑτέρους μετήνεγκαν. 

♱ Ἀμήν.
greekdownloads

Δημοφιλή

Επιλογή

Προσευχή για τους εχθρούς και τους φίλους - Oratio pro inimicis et amicis

̓ Ανεξίκακε βασιλεῦ καὶ ἀίδιε, ὁ διὰ τὴν ἐκ ξύλου κατάκρισιν ἐπὶ ξύλου ἀρθεὶς, καὶ τοῖς ἀκολουθεῖν σου τοῖς ἴχνεσιν αἱρουμένοις μακροθυ...