̓
Ανεξίκακε βασιλεῦ καὶ ἀίδιε, ὁ διὰ τὴν ἐκ ξύλου κατάκρισιν ἐπὶ ξύλου ἀρθεὶς, καὶ τοῖς ἀκολουθεῖν σου τοῖς ἴχνεσιν αἱρουμένοις μακροθυμίας σαυτὸν ὑπόδειγμα παρασχόμενος, ὃς ὑπὲρ τῶν σταυρούντων σε θεομάχων ἔντευξιν προσήγαγες τῷ συνανάρχῳ Γεννήτορι αὐτός· φιλάνθρωπε Κύριε, καὶ οἷς δι' ἀπεχθείας ἐσμὲν ἢ ἐπιβουλεύουσιν, ἢ λοιδορουμένοις, ἢ ἐπηρεάζουσιν, ἢ βασκαίνουσιν, ἢ καθ' οἷον δή τινα τρόπον ἐξ ἐπιβουλῆς καὶ ἐπηρείας τοῦ φιλαπεχθήμονος δαίμονος μισοῦσι καὶ ἀποστρεφομένοις, συγχώρησον τὸ τῆς εἰς ἡμᾶς παροινίας πλημμέλημα, μετάβαλε τὰς γνώμας αὐτῶν ἐκ κακοηθείας εἰς ἐπιείκειαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου