♰♰♰♰♰
♰
ΟΥΧΙ αἱ θλίψεις͵ αἱ δοκιμασίας ἕνεκεν προσαγόμεναι τοῖς ἁγίοις͵ εὐφροσύνην τοῖς ἐχθροῖς ἡμῶν τοῖς ἀοράτοις προξενοῦσιν· ἀλλ΄ ὅταν ἀπαγορεύσωμεν θλιβόμενοι καὶ στενοχωρηθῶσιν ἡμῶν οἱ λογισμοί͵ ἀπειρηκότων ἡμῶν πρὸς τὸ πυκνὸν τῶν κακώσεων͵ τότε εὐφραίνονται καὶ κροτοῦσι καὶ ἐπιχαίρουσιν.
♰
Οἷον ἐπὶ τοῦ Ἰώβ. Ἀπολωλέκει τὴν κτῆσιν· τέκνων ἐστέρητο· ἰχῶρας αὐτῷ καὶ σκώληκας ἡ σὰρξ ἀπέζεσεν· οὔπω τοῦτο εὐφροσύνη τῷ ἀντιπάλῳ. Εἰ δὲ ἐνδοὺς πρὸς τὰ ἐπίπονα εἰρήκει τι δύσφημον ῥῆμα κατὰ τὴν συμβουλὴν τῆς γυναικὸς͵ τότε ἂν εὐφράνθησαν οἱ ἐχθροὶ ἐπ΄ αὐτῷ.
♰
Τοῦτο καὶ ἐπὶ Παύλῳ πεινῶντι καὶ διψῶντι καὶ γυμνητεύοντι καὶ κολαφιζομένῳ καὶ κοπιῶντι καὶ ἀστατοῦντι· οὐκ εὐφραίνετο ὁ ἐχθρός· τὸ ἐναντίον μὲν οὖν͵ συνετρίβετο βλέπων οὕτω τὰ ἀγωνίσματα φέροντα͵ ὥστε λέγειν αὐτὸν καταφρονητικῶς·
♰
Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;
♰♰♰♰♰
Μεγάλου Βασιλείου: «ὁμιλίαι εἰς τούς ψαλμούς»
(Homiliae super Psalmos)
Συλλογή 18 ομιλιών με αφορμή το περιεχόμενο των Ψαλμών του Δαυίδ.
Απόσπασμα από την Ομιλία εις τον ΚΘʹ Ψαλμόν
Συλλογή 18 ομιλιών με αφορμή το περιεχόμενο των Ψαλμών του Δαυίδ.
Απόσπασμα από την Ομιλία εις τον ΚΘʹ Ψαλμόν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου