ΔΙΑ τὸ ἀκαριαῖον καὶ ἄχρονον τῆς δημιουργίας
εἴρηται τὸ Ἐν ἀρχῇ ἐποίησεν͵ ἐπειδὴ ἀμερές τι καὶ ἀδιάστατον ἡ ἀρχή. Ὡς γὰρ ἡ
ἀρχὴ τῆς ὁδοῦ οὔπω ὁδὸς καὶ ἡ ἀρχὴ τῆς οἰκίας οὐκ οἰκία͵ οὕτω καὶ ἡ τοῦ χρόνου
ἀρχὴ οὔπω χρόνος͵ ἀλλ΄ οὐδὲ μέρος αὐτοῦ τὸ ἐλάχιστον. Εἰ δὲ φιλονεικῶν τις
χρόνον εἶναι λέγοι τὴν ἀρχήν͵ γινωσκέτω ὅτι διαιρήσει αὐτὴν εἰς τὰ τοῦ χρόνου
μέρη. Ταῦτα δέ ἐστιν͵ ἀρχὴ καὶ μέσα καὶ τελευτή. Ἀρχὴν δὲ ἀρχῆς ἐπινοεῖν
παντελῶς καταγέλαστον. Καὶ ὁ διχοτομῶν τὴν ἀρχὴν δύο ποιήσει ἀντὶ μιᾶς͵ μᾶλλον
δὲ πολλὰς καὶ ἀπείρους͵ τοῦ διαιρεθέντος ἀεὶ εἰς ἕτερα τεμνομένου. Ἵνα τοίνυν
διδαχθῶμεν ὁμοῦ τῇ βουλήσει τοῦ Θεοῦ ἀχρόνως συνυφεστάναι τὸν κόσμον͵ εἴρηται
τὸ Ἐν ἀρχῇ ἐποίησεν.
Μεγάλου Βασιλείου «Εξαήμερος», ΟΜΙΛΙΑ α´, ΙΙ, §7
ellopos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου