Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπει νώθην σφόδρα· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Πίστις ἡγείσθω τῶν περὶ Θεοῦ λόγων· πίστις, καὶ μὴ ἀπόδειξις. Πίστις, ἡ ὑπὲρ τὰς λογικὰς μεθόδους τὴν ψυχὴν εἰς συγ κατάθεσιν ἕλκουσα· πίστις, οὐχ ἡ γεωμετρικαῖς ἀνάγκαις, ἀλλ' ἡ ταῖς τοῦ Πνεύματος ἐνεργείαις ἐγ γινομένη. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει. Ταύτῃ τῇ φωνῇ ἐπηκολούθει τὸ ἔργον διὰ τοῦ Πνεύματος. Ἐκ τοῦ θαύματος ἀναγκαία ἡ παραδοχὴ τῆς θεότητος τοῦ Μονογενοῦς τοῖς ὁρῶσιν ἐγίνετο. Τί ἀναγκαστικώτε ρον εἰς συγκατάθεσιν (εἰπέ μοι); προτάσεων πλοκαὶ τὸ συμπέρασμα ἀκόλουθον ἑαυταῖς ἐφελκό μεναι, ἢ θαῦμα τοσοῦτον ἐναργῶς ὁρώμενον, πᾶσαν ἀνθρώπου δύναμιν ὑπερβαῖνον; Ἀλλ' οὐχὶ καὶ νῦν ταῦτα εὐδοκιμεῖ, οὐδὲ τὰ τοῦ Πνεύματος ἔργα τὸν περὶ Θεοῦ λόγον πιστοῦται· ἀλλ' ἔντεχνοι ἀπο δείξεις, ἐν τῷ πιθανῷ τῆς τοῦ κόσμου σοφίας ἔχου σαι τὴν ἐλπίδα, οὐκ ἐν τῷ ἰσχυρῷ καὶ ἐναργεῖ τῆς τοῦ Πνεύματος ἀποκαλύψεως, ἣν, διὰ τῶν ἐν ἁπλό τητι καρδίας ἀπεριεργάστως πεποιθότων Θεῷ, τῆς σωτηρίας ἕνεκεν τῶν πολλῶν ἐπιδείκνυται. Ἀλλ' εἴθε κἀμοὶ γένοιτο πιστεῦσαι ἀξίως, ἵνα λαλήσω νῦν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ μεγάλῃ ταύτῃ πέντε λό γους ἐν τῷ νοΐ μου.
Καὶ μηδεὶς καταχλευαζέτω τὸν λόγον, ὡς ἀβασανίστως ἡμῶν εἰς τὴν ὑπὲρ ὧν λέ γομεν συγκατάθεσιν τοὺς ἀκούοντας ἐναγόντων. Ἀνάγκη γὰρ ἑκάστης μαθήσεως ἀνεξετάστους εἶναι 30.105 τὰς ἀρχὰς τοῖς μανθάνουσιν· ἐπεὶ ἀμήχανον τοὺς περὶ τὰ πρῶτα ζυγομαχοῦντας δυνηθῆναι ὁδῷ καὶ τάξει προελθεῖν εἰς τὸ τέλος. Καὶ τοῦτο ἂν μάθοις παρ' αὐτῶν τῶν ἔξωθεν. Εἰ γὰρ μὴ συγχωρήσειας τὰς πρώτας ἀρχὰς τῷ γεωμέτρῃ, ἀμήχανον αὐτὸν τὰ ἐφεξῆς συμπεράνασθαι. Καὶ τῆς ἀριθμητι κῆς ὁ τοῖς πρώτοις καὶ στοιχειώδεσιν ἐνιστάμενος, τὴν εἰς τὸ πρόσω ὁδὸν διακόπτει. Ὁμοίως δὲ καὶ ἰα τρικαὶ ἀρχαὶ ἰατροῖς ἀναπόδεικτοι. Καὶ ὅλως, ἐν ὁποιῳδήποτε ἐπιτηδεύματι τῶν ὁδῷ καὶ τάξει προ ϊόντων ἐπὶ τὸ τέλος, ἀδύνατον τῶν πρώτων ὑπο θέσεων ἀποδείξεις ἐπιζητεῖν· ἀλλ' ἀνάγκη τὰς τῶν λογικῶν τεχνῶν ἀρχὰς ἀνεξετάστως παραδεξάμενον, τὸ ἐκ τῶν ὑποτεθέντων ἀκόλουθον ἐν τοῖς ἐφεξῆς ἐπιβλέπειν. Οὕτω δὴ οὖν καὶ τὸ τῆς θεολογίας μυ στήριον, τὴν ἐκ τῆς ἀβασανίστου πίστεως ἐπιζητεῖ συγκατάθεσιν. Πιστεῦσαι γὰρ δεῖ, φησὶν, ὅτι ἔστι Θεὸς, οὐχὶ ζητῆσαι, οὐδὲ ζυγομαχῆσαι τὸ τί ἐστι. Καὶ ὅλως, εἰ ἡ πίστις ἐλπιζομένων ἐστὶν ὑπόστασις πραγμάτων, καὶ ἔλεγχος οὐ βλεπομένων, μὴ φιλονεί κει ἰδεῖν ἤδη τὰ μακρὰν ἀποκείμενα, μηδὲ τὰ ἐλπι ζόμενα ἀμφίβολα καταστήσῃς, διὰ τὸ μήπω αὐτῶν δύνασθαι κατὰ τὴν γνῶσιν ἐφάπτεσθαι. Ταῦτα μὲν οὖν καθόλου περὶ πίστεως διὰ τοὺς λογομαχοῦντας καὶ ἐν ῥήμασι κενοῖς ἔχοντας τὴν ἐλπίδα. ∆οκεῖ δέ μοι ὁ ἐν χερσὶ ψαλμὸς ὡς πρὸς τὴν προάγουσαν ἐν τῷ κατόπιν ψαλμῷ διάνοιαν ἀκολου θίαν ἔχειν. Εἶπε γὰρ ἐκεῖ· Εὐαρεστήσω τῷ Κυρίῳ ἐν χώρᾳ ζώντων. Ἐπεὶ οὖν περὶ μὴ βλεπομένης χώρας διαλέγεται, ὡς σαφῶς ἐπιστάμενος, τὴν αἰτίαν ἀποδίδωσι τοῦ περὶ τῶν ἀδήλων διορισμοῦ, λέγων· Ἐπίστευσα, ὅτι ἔστι τις χώρα ζώντων· διὸ ἐλά λησα, ὅτι Εὐαρεστήσω ἐν αὐτῇ τῷ Κυρίῳ. Ὅλως δὲ, ἡ ἄνευ πίστεως ἐπὶ τὸ λαλεῖν ἐρχομένη ψυχὴ δια κενῆς ληρήσει, κατ' οὐδενὸς ὑποκειμένου τὸν λόγον προάγουσα. Ἀρχὴ τοίνυν λόγου ἔμφρονος, πίστις ἰσχυρῶς τῇ καρδίᾳ τοῦ λαλοῦντος ἐνιδρυμένη. Ἔπει τα, πόθεν ἡμῖν δυνατὸν τὸ περὶ τὴν πίστιν τέλειον κατορθοῦν, ἐφεξῆς ἐπάγει, λέγων· Ἐγὼ δὲ ἐταπει νώθην σφόδρα. Ὁ γὰρ μὴ ταπεινώσας ἑαυτοῦ τὴν διάνοιαν, μηδὲ κατὰ μίμησιν τοῦ Ἀποστόλου λέγων τὸ, Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατει ληφέναι, ἀλλὰ περινοῶν οὐσίας Θεοῦ κατάληψιν, καὶ τῷ ἰδίῳ λογισμῷ ἐκμετρῶν τὰ ἀνέφικτα, καὶ τοσοῦτον λογιζόμενος εἶναι τὸν Θεὸν, ὅσον αὐτὸς τῷ λογισμῷ περιέλαβεν· καὶ ὅλως, ὁ τὸν οἰκεῖον νοῦν μέτρον τῶν ὄντων ποιούμενος, οὐ λογιζόμενος, ὅτι ῥᾷόν ἐστι κοτύλῃ μικρᾷ τὴν πᾶσαν θάλασσαν ἐκμετρῆσαι, ἢ τῷ ἀνθρωπίνῳ νῷ τῆς ἀφάτου μεγαλειότητος τοῦ Θεοῦ περιδράξασθαι, εἰκῆ φυσιούμενος καὶ ἐπαιρό μενος τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐ δύναται λέγειν τὸ, Ἐπίστευσα, διὸ ἐλάλησα· ἐπειδὴ οὐδὲ τὸ ἐφεξῆς ἐπάγειν αὐτῷ δυνατὸν, τὸ, Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα· τύφῳ γὰρ καὶ ἀλαζονείᾳ συζῇ, καὶ 30.108 διακένοις ῥήμασιν ἐπαγάλλεται, τὸ ἐκ τῆς πίστεως ἰσχυρὸν μὴ κεκτημένος. Εἶτα οὐχ ἑαυτὸν ταπεινοῖ μόνον, ἀλλὰ καὶ πᾶσαν ὁμοῦ τὴν συγγενῆ ἑαυτῷ καὶ κοινωνὸν τῆς φύσεως ἀνθρωπότητα.
Ἐγὼ γὰρ εἶπα, φησὶν, ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ὥστε ὁ μὴ ἐκ πίστεως βοηθούμενος, ἀλλ' οἴκοθεν ἐπὶ τὸν λόγον ἐρχόμενος, ταῖς ἀνθρωπίναις πα ρασκευαῖς πρὸς τὴν κατάληψιν τῆς ἀληθείας θαῤῥῶν, ψεύστης ἐστὶ, παραπολὺ τῆς ἀληθείας ἐκπίπτων. Τοῦτον δέ φησιν εἰρηκέναι τὸν λόγον ἐν τῇ ἐκστά σει. Τίς δέ ἐστιν ἡ ἔκστασις; Ἤτοι ὅτι περιβλεψά μενος τὴν ἀνθρωπίνην φύσιν, καὶ διερευνησάμενος, εἴ πού τίς ἐστιν ἐν ἀνθρώποις ἀλήθεια, μηδαμοῦ ταύτην εὑρεῖν δυνηθεὶς ἄνευ τῆς παρὰ τοῦ Θεοῦ βοηθείας, ἔκθαμβος γενόμενος ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος, ἐξεβόησα, ὅτι Πᾶς ἄνθρωπος ψεύ στης· ἢ ἐν τῇ ἐκστάσει ἐκείνῃ, ἣν κατεσχηματισά μην ἐπὶ τοῦ Ἀγχοὺς, ἐπιληψίαν καὶ παραφορὰν ὑποκρινάμενος, ἐπειδὴ εἶδον εἰς ἀνάγκην ἐλθόντα ἐμαυτὸν τοῦ καταψεύσασθαι ἐμαυτοῦ, καὶ ἀναπλά σασθαι τὰ μὴ ὄντα, ὑπὲρ τοῦ τὸν ἀπὸ τῶν πολε μίων κίνδυνον ἐκφυγεῖν, τότε εἶπον, ὅτι Πᾶς ἄνθρω πος ψεύστης· κἂν μὴ κατὰ προαίρεσιν, μηδ' ἐπὶ κακῷ τῶν πλησίον, ἀλλὰ πάντως διά τινας περιστα τικὰς αἰτίας καταφεύγων ἐπὶ τὸ ψεύδεσθαι. Οὐ μὴν ἑαυτῷ περιπίπτει κατὰ τὸν λόγον ὁ Προφήτης, ὥσπερ τινὲς τῶν σοφιστικῶν ἐπιχειροῦσιν αὐτὸν δι ελέγχειν, τῷ κατὰ περιτροπὴν ἐλέγχῳ ἐμπεπτωκέ ναι λέγοντες τὸν Προφήτην. Εἰ γὰρ πᾶς ἄνθρω πος ψεύστης, ἄνθρωπος δὲ καὶ ὁ ∆αβίδ· ψεύστης ἦν καὶ αὐτὸς δηλονότι· εἰ δὲ ψεύστης, οὐ πιστευτέον αὐ τῷ περὶ ὧν ἀποφαίνεται. Μὴ ὄντος δὲ ἀληθοῦς τοῦ λόγου τούτου, μηδὲ ὄντος παντὸς ἀνθρώπου ψεύστου, ἀφήσομεν καὶ τὸν ∆αβὶδ τῆς τοῦ ψεύδους αἰτίας. Εἰ δὲ οὐ ψεύδεται, πιστεύσωμεν αὐτῷ περὶ ὧν ἀπο φαίνεται· πιστεύοντες δὲ, πάλιν εἰς τὴν τοῦ ἀπιστεῖν ἀνάγκην περιαχθησόμεθα. Ὥστε εἰ μὲν ἀληθεύει ∆αβὶδ, λύει τὸν ἑαυτοῦ λόγον, καὶ ἄνθρωπος ὢν, καὶ μὴ ψευδόμενος· εἰ δὲ ψεύδεται, αὐτόθεν ἔχει τὸ μὴ πιστεύεσθαι· τίς γὰρ προσέξει ψευδολογοῦντι; Ὥστε ἐπειδὴ ἅπαξ ἀπεφήνατο πάντα ἄνθρωπον εἶναι ψεύ στην, ψευδέσθω ∆αβὶδ, ἵνα τὸν λόγον πιστώσηται· ἢ ἀληθεύων αὐτὸς, παρέλυσε τὴν ἀπόφασιν. Ἀλλὰ ταῦτα μὲν παιζόντων ἐστὶ, καὶ ταῖς τῶν λόγων στροφαῖς ἐπαγαλλομένων πρὸς τοὺς ἀπείρους· τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει. Ἄνθρωποι γὰρ λέγονται οἱ τοῖς ἀνθρωπίνοις ἔτι παθήμασι κατεχόμενοι· ὁ δὲ ὑψηλότε ρος ἤδη τῶν σαρκικῶν παθημάτων γενόμενος, καὶ διὰ τὴν τοῦ νοῦ τελείωσιν πρὸς τὴν τῶν ἀγγέλων κατάστασιν μετελθὼν, οὗτος ὅταν περὶ τῶν ἀν 30.109 θρωπίνων διαλέγηται, ἑαυτὸν ὑπεξαιρεῖται τῶν λοι πῶν δηλονότι. Ἀψευδὴς γὰρ ὁ εἰπών· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε. Θεοί ἐστε. Πάντως δὲ εἴ τινι ἄλλῳ, καὶ τῷ ∆αβὶδ ἡ τοιαύτη προσηγορία πρέπουσα. Καὶ γὰρ καὶ υἱὸς Ὑψίστου, ὁ διὰ τῆς ἀρετῆς ᾠκειωμένος Θεῷ, καὶ οὐκ ἀποθνήσκων ὡς ἄνθρωπος, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Θεόν. Ἐγὼ οὖν εἶπον, φησὶν, ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ἀκουέτωσαν οἱ τῇ μὲν σαρκὶ διὰ τῶν παθημάτων συμπεφυρμένοι, τὸν δὲ νοῦν ἑαυτῶν ὑπεραίροντες τῶν ὑπερκοσμίων· ὧν τοὺς λογισμοὺς καθαιρεῖν, καὶ τὸ ὕψωμα τῆς καρδίας αὐτῶν τῆς κατεπαιρομένης τοῦ Θεοῦ, κοινὸς ἔστω σκοπὸς πᾶσι τοῖς ἀντιποιουμένοις τῆς εὐσεβείας.
Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέ δωκέν μοι; Ποτήριον σωτηρίου λήψομαι. Εἰς αἴ σθησιν ἐλθὼν τῶν μυρίων παρὰ τοῦ Θεοῦ δωρεῶν, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη· ὅτι ἀπὸ τῆς γῆς διαπλασθεὶς, λόγῳ τετίμηται, ἐν ᾧ καὶ τὴν εἰκόνα φορεῖν δύναται τοῦ ἐπουρανίου· ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ Κύριος ἔδωκε λύτρον ἀντὶ πάντων ἡμῶν, ἐπαπορεῖ, καὶ ζητεῖ ἐν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, τί ἄξιον ἐξεύρῃ δῶρον τῷ ∆εσπότῃ. Τί οὖν, φησὶν, ἀνταποδώσω τῷ Κυρίῳ; Οὐ θυσίας, οὐδὲ ὁλοκαυτώσεις, οὐδὲ τὴν ἐκ τῆς νομικῆς λατρείας θεραπείαν, ἀλλ' αὐτὴν πᾶσαν τὴν ἐμαυτοῦ ζωήν· καὶ διὰ τοῦτο, φησὶ, Ποτήριον σωτηρίου λήψομαι, τὸ ἐν τοῖς ἀγῶσι τοῖς ὑπὲρ τῆς εὐσεβείας πάθος, τὸ μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικατα στῆναι, ποτήριον λέγων. Τοῦτο δ' ἂν εἴη ὅπερ αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο· καὶ πάλιν τοῖς μαθηταῖς· ∆ύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν; ἐδήλου δὲ τὸν θάνατον, ὃν κατεδέ χετο ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας.
∆ιὰ τοῦτο, φησὶ, Ποτήριον σωτηρίου λήψομαι· τουτέστι, διψῶν ἐπὶ τὴν διὰ τοῦ μαρτυρίου τελείωσιν ἔρχομαι, ἀνάπαυσιν ψυχῆς καὶ σώματος, οὐκ ἀλγηδόνας τιθέμενος τὰ ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι προσαγόμενα κο λαστήρια. Ἐμαυτὸν οὖν, φησὶ, θυσίαν προσοίσω καὶ προσφορὰν τῷ Κυρίῳ, ἐπειδὴ πάντα μικρότερα τί θεμαι τῆς ἀξίας τοῦ εὐεργετήσαντος. Καὶ ταύτας τὰς ἐπαγγελίας ἑτοίμως ἔχω ὑπὸ μάρτυρι παντὶ τῷ λαῷ ἀποτῖσαι. Τὰς γὰρ εὐχάς μου ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Εἶτα προτροπὴ πρὸς τοὺς ἀκροατὰς ὑπὲρ τοῦ μὴ καταπλαγῆναι τὸν θάνατον. Τίμιος, φησὶν, ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Μὴ ὀκνήσητε, φησὶ, πρὸς ἀγῶνα τὸν καλὸν, οἱ ἄνθρωποι, μηδὲ ἀποδειλιάσητε πρὸς 30.112 τὸν θάνατον· οὐ γὰρ φθορά ἐστιν, ἀλλὰ ζωῆς ἀφορ μή· οὐκ ἀφανισμός ἐστι παντελὴς, ἀλλὰ μετάβασις πρὸς τιμήν. Παρὰ μὲν οὖν τοῖς ἀνθρώποις τοῖς φιλο πλούτοις λιθίδιά τινα, ἀνθηροῖς χρώμασιν ὑπολάμ ποντα, τίμια πέφυκεν ὀνομάζεσθαι· Τίμιον δὲ ἀληθῶς ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ὅταν ψυχὴ κεκαθαρμένη τῷ βίῳ, ἐλευθέρα τῶν τῆς σαρκὸς μο λυσμάτων, μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα, ἐκ τῶν ὑπὲρ τῆς εὐσεβείας ἀγώνων δεδοξασμένη, καὶ τὸν τῆς δικαιοσύνης ἀναδησαμένη στέφανον, ἐκ πάντων τού των ὑπερλάμπουσα τῷ κάλλει τῆς ἀρετῆς, παραστῇ τῷ ∆εσπότῃ καὶ κριτῇ τῶν ὅλων, παντὸς λίθου πο λυτελοῦς διαυγεστέραν τὴν ἐκ τῆς χάριτος φαιδρό τητα κεκτημένη, πῶς οὐχὶ τίμιος τοῦ τοιούτου ἀνθρώ που ἐναντίον Κυρίου ὁ θάνατος; Μὴ τοίνυν ὀδυρώμεθα τὰς ἐντεῦθεν ἐξόδους τῶν ὁσίων ἀνδρῶν, ἀλλὰ μᾶλλον τὰς γενέσεις καὶ τὰς εἰς τὴν ζωὴν ταύτην παρόδους. Ἡ μὲν γὰρ εἰς τὸν κόσμον τοῦτον εἴσοδος, δι' ἀτι μίας ἐστὶ ῥύπου καὶ δυσωδίας, καὶ ὧν οὐδ' ἂν τὴν θέαν εὐκόλως ἀνάσχοιτό τις τῆς ζωῆς ἡμῶν καθηγουμένων· διὰ γὰρ τῶν τοιούτων ἡ πάροδος τῆς σαρκίνης γενέσεως τῷ τῆς φύσεως ἀναγκαίῳ νε νομοθέτηται. Ἢ δὲ ἔξοδος καὶ ἡ ἀπαλλαγὴ ἡ ἐντεῦθεν, τιμία καὶ περιφανής· οὐ πάντων ἀνθρώπων, ἀλλὰ τῶν ὁσίως καὶ δικαίως τὸν ἐνταῦθα βίον διενεγκόντων. Τίμιος οὖν ὁ θάνατος, οὐχὶ τιμία τῶν ἀνθρώπων ἡ γένεσις. Σπείρεται γὰρ, φησὶν, ἐν ἀτιμίᾳ, ἐγείρε ται ἐν δόξῃ· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Σύγκρινον τοίνυν τῇ γενέσει τὸν θάνατον, καὶ παῦσαι ὀδυρόμενος τὸν τῆς ἀτιμίας ἀπαλλασ σόμενον.
Ὅτε Ἰουδαϊκῶς ἀπέθνησκον, βδελυκτὰ ἦν τὰ θνησιμαῖα· ὅτε ὑπὲρ Χριστοῦ ὁ θάνατος, τίμια τὰ λείψανα τῶν ὁσίων αὐτοῦ. Πρὸ τούτου ἐλέγετο τοῖς ἱερεῦσι καὶ τοῖς Ναζωραίοις τὸ, Οὐ μιανθή σεσθε ἐπ' οὐδενὶ τεθνηκότι· καὶ τὸ, Ἐάν τις ἅψηται νεκροῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ τὸ, Πλυνεῖ ἑαυτοῦ τὰ ἱμάτια. Νυνὶ δὲ ὁ ἁψά μενος ὀστέων μάρτυρος, λαμβάνει τινὰ μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τῷ σώματι παρεδρευούσης χάριτος. Τίμιος οὖν ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Μὴ προτιμᾶτε τῶν πολυτιμήτων τὰ ἀτιμότατα, μηδὲ κακοὶ συναλλάκται γίνεσθε, τὴν φθειρομένην ζωὴν τῆς ἀφθάρτου καὶ μακαρίας καταστάσεως προτιμῶντες. Ἄνευ γὰρ τῶν παθημάτων τῆς ἀτιμίας, οἷς οἱ πλεῖστοι τῶν φιληδόνων ὑπόκεινται, ἔτι καὶ αἱ κατὰ τὸν βίον χρεῖαι, τῆς ψυχῆς τὸ μεγαλοφυὲς κατακάμπτουσαι, οἱονεὶ δουλοῦνται αὐτὴν, πρὸς τὴν ὑπηρεσίαν τῆς σαρκὸς κατασύρουσαι. Ὅπου δὲ δουλεία, ἐκεῖ δῆλον ὅτι καὶ ἀτιμία. Φευκτέον οὖν τὴν ζωὴν, ᾗ τὸ ἄτιμον παραπέφυκεν. Οὐδὲν, φησὶ, μέγα ποιῶ, ἐμαυτόν σοι ἀποδιδοὺς τῷ ∆εσπότῃ. ∆οῦλος γὰρ ὢν σὸς, σοὶ προσάγω 30.113 τὸ σὸν κτῆμα. Πάντως γὰρ τοῦ κτίσαντος δοῦλον ὑπάρχει τὸ ἐκτισμένον. Ὥστε οὐ προαιρέσει δοῦλος μόνον, ἀλλὰ καὶ φύσει. Υἱὸς γάρ εἰμι τῆς παιδίσκης σου, ἣν νηπιάζουσαν καὶ κομιδῇ παῖδα παραγαγὼν ὁ ἐχθρὸς, καὶ ἀποστήσας τῆς σῆς δουλείας, δούλην τῆς ἁμαρτίας ἐποίησεν. Ἀλλ' ἐπιστρέφω καὶ ἐπανατρέχω πρὸς τὸν ἐξ ἀρχῆς ∆εσπότην, καὶ ἐπιγινώσκω τὴν ἀρχαίαν δουλείαν. ∆ιέῤῥηξας τοὺς δεσμούς μου.
Ἐπειδή με τῶν δεσμῶν τῆς ἁμαρτίας ἠλευθέρωσας, κατελθὼν εἰς ᾅδου, καὶ λύσας τὴν ἀνθρωπότητα δεσμῶτιν οὖσαν τοῦ θανάτου, καὶ ἐν ταῖς ἀφύκτοις εἱρκταῖς τοῦ ᾅδου κατεχομένην, διὰ τοῦτό σοι θύσω, οὐχὶ τετράποδα διχηλοῦντα καὶ μηρυκίζοντα, οὐδὲ πτηνὰ καθαρὰ, ἢ σεμίδαλιν ἀνα-πεποιημένην ἐλαίῳ, ἣ λίβανον διαφανῆ, ἢ τὸ τῆς συνθέσεως ἐκεῖνο θυμίαμα (ταῦτα γάρ σοι παρὰ τῆς γῆς προσφέρεται τῷ ∆εσπότῃ)· ἀλλ' ὅ ἐστιν ἐμὸν ἴδιον κτῆμα, καὶ καρδίας γέννημα τῆς ἐμῆς, τὴν σὴν δοξολογίαν ἐξ αὐτῆς ἀνοίσω, ὥσπερ ἀπὸ θυσιαστηρίου τινὸς τῆς ἐμαυτοῦ διανοίας. Καὶ ἱερουργήσω σοι τὴν τῆς αἰνέσεως θυσίαν, μυρίων ὁλοκαυτωμάτων προτιμοτέραν σοὶ τῷ ἀπροσδεεῖ καὶ τελείῳ Θεῷ, ὃς οὐκ ἀπαιτεῖς σωματικὰς θυσίας, ἐν αἷς πλεονεκτοῦσιν οἱ εὐπορώτεροι, ἀλλὰ τὴν ἀπὸ διαθέσεως καὶ καρδίας ἀληθινῆς ἐξομολόγησιν, ἧς μέτεστι πᾶσιν ἐξ ἴσου τοῖς βουλομένοις. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Θύων δέ σοι τὴν αἴνεσιν, οὐχ ὡς ἐπαισχυνόμενος, λάθρα που καὶ ἐν παραβύστῳ θύσω, φεύγων τὰς μέμψεις τῶν ἀσεβῶν· ἀλλὰ πάνδημόν τινα θυσίαν ἐπιτελέσω, τὸν λαὸν ὅλον κοινωνὸν τῆς λατρείας παραλαβών. Τόπος δὲ ἡμῖν τῆς θυσίας ἀποδειχθήσεται τὰ μέσα καὶ περιφανέστατα τῆς Ἱερουσαλήμ. Ἀκούσατε, οἱ τὴν Ἐκκλησίαν καταλιμπάνοντες, καὶ ἐν οἴκοις κοινοῖς συστρεφόμενοι, τὰ ἄθλια τοῦ τιμίου σώματος ἀποῤῥήγματα, ὅτι χρὴ τὰς εὐχὰς ἀποδιδόναι ἐν μέσῳ τῆς Ἱερουσαλήμ· τουτέστι, τῆς Ἐκκλησίας τοῦ Θεοῦ. Οὐδὲ γὰρ κατὰ τὴν παλαιὰν λατρείαν ἴδιον ἐξῆν ἑκάστῳ πήγνυσθαι θυσιαστήριον, ἀλλ' ἓν ἀποδέδεικτο τοῖς θυσιάζειν προαιρουμένοις. Σὺ δὲ ἀντεγείρεις τῷ τῶν πατέρων θυσιαστηρίῳ βωμὸν, καὶ πῦρ ἀνάπτεις ἀλλότριον ἐπ' αὐτοῦ, μηδὲ τῷ παλαιῷ παραδείγματι σωφρονιζόμενος, ἀνθρώπους κατεφθαρμένους τὸν νοῦν ἐπισπώμενος, καὶ συμμιαίνων αὐτοῖς ἑαυτόν. Ὧν φύγοιτε τὴν μίμησιν, ὑμεῖς ὁ λαὸς τοῦ Κυρίου, 30.116 καὶ μὴ χωρισθείητε τῆς μερίδος τῶν σωζομένων, διαμένοντες ἐν τῇ πίστει, τελειούμενοι ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ερευνητικό έργο: ∆ΡΟΜΟΙ
ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%,
Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα
Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, ©
2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή
προέλευσής του.